Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 3.316 Joseph. AJ 3.320 (English) >>Joseph. AJ 3.322

3.318καὶ πολλὰ μὲν καὶ ἄλλα τεκμήρια τῆς ὑπὲρ ἄνθρωπόν ἐστι δυνάμεως αὐτοῦ, ἤδη δέ τινες καὶ τῶν ὑπὲρ Εὐφράτην μηνῶν ὁδὸν τεσσάρων ἐλθόντες κατὰ τιμὴν τοῦ παρʼ ἡμῖν ἱεροῦ μετὰ πολλῶν κινδύνων καὶ ἀναλωμάτων καὶ θύσαντες οὐκ ἴσχυσαν τῶν ἱερῶν μεταλαβεῖν Μωυσέος ἀπηγορευκότος ἐπί τινι τῶν οὐ νομιζομένων οὐδʼ ἐκ τῶν πατρίων ἡμῖν αὐτοῖς συντυχόντων. 3.319καὶ οἱ μὲν μηδὲ θύσαντες, οἱ δὲ ἡμιέργους τὰς θυσίας καταλιπόντες, πολλοὶ δʼ οὐδʼ ἀρχὴν εἰσελθεῖν εἰς τὸ ἱερὸν δυνηθέντες ἀπίασιν ὑπακούειν τοῖς Μωυσέος προστάγμασι μᾶλλον ποιεῖν τὰ κατὰ βούλησιν τὴν ἑαυτῶν προτιμῶντες, καὶ τὸν ἐλέγξοντα περὶ τούτων αὐτοὺς οὐ δεδιότες, ἀλλὰ μόνον τὸ συνειδὸς ὑφορώμενοι. 3.320οὕτως νομοθεσία τοῦ θεοῦ δοκοῦσα τὸν ἄνδρα πεποίηκε τῆς αὐτοῦ φύσεως κρείττονα νομίζεσθαι. οὐ μὴν ἀλλὰ καὶ τοῦδε τοῦ πολέμου μικρὸν ἔμπροσθεν Κλαυδίου Ῥωμαίων ἄρχοντος Ἰσμαήλου δὲ παρʼ ἡμῖν ἀρχιερέως ὄντος, καὶ λιμοῦ τὴν χώραν ἡμῶν καταλαβόντος, ὡς τεσσάρων δραχμῶν πωλεῖσθαι τὸν ἀσσάρωνα, 3.321κομισθέντος ἀλεύρου κατὰ τὴν ἑορτὴν τῶν ἀζύμων εἰς κόρους ἑβδομήκοντα, μέδιμνοι δὲ οὗτοι Σικελοὶ μέν εἰσιν εἷς καὶ τριακόσιοι Ἀττικοὶ δὲ τεσσαράκοντα εἷς, οὐδεὶς ἐτόλμησε τῶν ἱερέων κρίμνον ἓν φαγεῖν τοσαύτης ἀπορίας τὴν γῆν κατεχούσης, δεδιὼς τὸν νόμον καὶ τὴν ὀργήν, ἣν καὶ ἐπὶ ἀνεξελέγκτοις ἀεὶ τὸ θεῖον τοῖς ἀδικήμασιν ἔχει.


Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 3.316 Joseph. AJ 3.320 (English) >>Joseph. AJ 3.322

Powered by PhiloLogic